Η Καλύτερη σύντομη Βραδινή Προσευχή

 


Πολλοί από εμάς ψάχνουμε για μια προσευχή η οποία θα μας προστατεύει και θα μας γαληνεύει το βράδυ.

Στις μέρες μας μάλιστα πάρα πολύς κόσμος ταλαιπωρείτε από κρίσεις άγχους, οι οποίες χτυπάνε κατά κανόνα τις βραδυνές ώρες.

Από προσωπική μου εμπειρία, αλλά και από μαρτυρίες φίλων μου, τελικά είδα πως η προκαθορισμένη από την εκκλησία μας βραδινή προσευχή, δηλαδή το απόδειπνο κάνει θαύματα.

Από τις πρώτες μέρες κιόλας η προστασία της Παναγίας μας και του φύλακα Άγγελου μας είναι εμφανής.

Μην ψάχνετε λοιπόν προσευχές δεξιά και αριστερά αλλά διαβάστε την προκαθορισμένη από την εκκλησία μας για μετά το βραδινό δείπνο και πριν τον ύπνο προσευχή.

Μικρό Απόδειπνο

Τελείται το βράδυ, μετά το δείπνο και πριν το νυκτερινό ύπνο.

ΔΙ’ ΕΥΧΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ, ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΑΜΗΝ.

ΔΟΞΑ ΣΟΙ, Ο ΘΕΟΣ ΗΜΩΝ, ΔΟΞΑ ΣΟΙ.

ΒΑΣΙΛΕΥ ΟΥΡΑΝΙΕ, ΠΑΡΑΚΛΗΤΕ, ΤΟ ΠΝΕΥΜΑ ΤΗΣ ΑΛΗΘΕΙΑΣ, Ο ΠΑΝΤΑΧΟΥ ΠΑΡΩΝ ΚΑΙ ΤΑ ΠΑΝΤΑ ΠΛΗΡΩΝ, Ο ΘΗΣΑΥΡΟΣ ΤΩΝ ΑΓΑΘΩΝ ΚΑΙ ΖΩΗΣ ΧΟΡΗΓΟΣ, ΕΛΘΕ ΚΑΙ ΣΚΗΝΩΣΟΝ ΕΝ ΗΜΙΝ, ΚΑΙ ΚΑΘΑΡΙΣΟΝ ΗΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΚΗΛΙΔΟΣ, ΚΑΙ ΣΩΣΟΝ, ΑΓΑΘΕ, ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ.

ΤΟ ΤΡΙΣΑΓΙΟΝ

ΑΓΙΟΣ Ο ΘΕΟΣ, ΑΓΙΟΣ ΙΣΧΥΡΟΣ, ΑΓΙΟΣ ΑΘΑΝΑΤΟΣ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. (ΤΡΙΣ).

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΚΥΡΙΕ ΙΛΑΣΘΗΤΙ ΤΑΙΣ ΑΜΑΡΤΙΑΙΣ ΗΜΩΝ, ΔΕΣΠΟΤΑ, ΣΥΓΧΩΡΗΣΟΝ ΤΑΣ ΑΝΟΜΙΑΣ ΗΜΙΝ, ΑΓΙΕ ΕΠΙΣΚΕΨΑΙ ΚΑΙ ΙΑΣΑΙ ΤΑΣ ΑΣΘΑΙΝΕΙΑΣ ΗΜΩΝ, ΕΝΕΚΕΝ ΤΟΥ ΟΝΟΜΑΤΟΣ ΣΟΥ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ.

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΠΑΤΕΡ ΗΜΩΝ Ο ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ, ΑΓΙΑΣΘΗΤΩ ΤΟ ΟΝΟΜΑ ΣΟΥ, ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΓΕΝΝΗΘΗΤΩ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ ΩΣ ΕΝ ΟΥΡΑΝΩ ΚΑΙ ΕΠΙ ΤΗΣ ΓΗΣ. ΤΟΝ ΑΡΤΟΝ ΗΜΩΝ ΤΟΝ ΕΠΙΟΥΣΙΟΝ ΔΟΣ ΗΜΙΝ ΣΗΜΕΡΟΝ, ΚΑΙ ΑΦΕΣ ΗΜΙΝ ΤΑ ΟΦΕΙΛΗΜΑΤΑ ΗΜΩΝ, ΩΣ ΚΑΙ ΗΜΕΙΣ ΑΦΙΕΜΕΝ ΤΟΙΣ ΟΦΕΙΛΕΤΑΙΣ ΗΜΩΝ. ΚΑΙ ΜΗ ΕΙΣΕΝΕΓΚΗΣ ΗΜΑΣ ΕΙΣ ΠΕΙΡΑΣΜΟΝ, ΑΛΛΑ ΡΥΣΑΙ ΗΜΑΣ ΑΠΟ ΤΟΥ ΠΟΝΗΡΟΥ.

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΙΒ’ (12).

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΚΑΙ ΠΡΟΣΠΕΣΩΜΕΝ ΤΩ ΒΑΣΙΛΕΙ ΗΜΩΝ ΘΕΩ.

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΚΑΙ ΠΡΟΣΠΕΣΩΜΕΝ ΧΡΙΣΤΩ ΤΩ ΒΑΣΙΛΕΙ ΗΜΩΝ ΘΕΩ.

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΚΑΙ ΠΡΟΣΠΕΣΩΜΕΝ ΑΥΤΩ ΧΡΙΣΤΩ ΤΩ ΒΑΣΙΛΕΙ ΚΑΙ ΘΕΩ ΗΜΩΝ.

ΨΑΛΜΟΣ Ν’ (50)

ΕΛΕΗΣΟΝ ΜΕ, Ο ΘΕΟΣ, ΚΑΤΑ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ, ΚΑΙ ΚΑΤΑ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΟΙΚΤΙΡΜΩΝ ΣΟΥ ΕΞΑΛΕΙΨΟΝ ΤΟ ΑΝΟΜΗΜΑ ΜΟΥ. ΕΠΙ ΠΛΕΙΟΝ ΠΛΥΝΟΝ ΜΕ ΑΠΟ ΤΗΣ ΑΝΟΜΙΑΣ ΜΟΥ ΚΑΙ ΑΠΟ ΤΗΣ ΑΜΑΡΤΙΑΣ ΜΟΥ ΚΑΘΑΡΙΣΟΝ ΜΕ. ΟΤΙ ΤΗΝ ΑΝΟΜΙΑΝ ΜΟΥ ΕΓΩ ΓΙΝΩΣΚΩ, ΚΑΙ Η ΑΜΑΡΤΙΑ ΜΟΥ ΕΝΩΠΙΟΝ ΜΟΥ ΕΣΤΙ ΔΙΑ ΠΑΝΤΟΣ. ΣΟΙ ΜΟΝΩ ΗΜΑΡΤΟΝ, ΚΑΙ ΤΟ ΠΟΝΗΡΟΝ ΕΝΩΠΙΟΝ ΣΟΥ ΕΠΟΙΗΣΑ, ΟΠΩΣ ΑΝ ΔΙΚΑΙΩΘΗΣ ΕΝ ΤΟΙΣ ΛΟΓΟΙΣ ΣΟΥ, ΚΑΙ ΝΙΚΗΣΗΣ ΕΝ ΤΩ ΚΡΙΝΕΣΘΑΙ ΣΕ. ΙΔΟΥ ΓΑΡ ΕΝ ΑΝΟΜΙΑΙΣ ΣΥΝΕΛΗΦΘΗΝ, ΚΑΙ ΕΝ ΑΜΑΡΤΙΑΙΣ ΕΚΙΣΣΗΣΕ ΜΕ Η ΜΗΤΗΡ ΜΟΥ. ΙΔΟΥ ΓΑΡ ΑΛΗΘΕΙΑΝ ΗΓΑΠΗΣΑΣ, ΤΑ ΑΔΗΛΑ ΚΑΙ ΤΑ ΚΡΥΦΙΑ ΤΗΣ ΣΟΦΙΑΣ ΣΟΥ ΕΔΗΛΩΣΑΣ ΜΟΙ. ΡΑΝΤΙΕΙΣ ΜΕ ΥΣΣΩΠΩ ΚΑΙ ΚΑΘΑΡΙΣΘΗΣΟΜΑΙ, ΠΛΥΝΕΙΣ ΜΕ, ΚΑΙ ΥΠΕΡ ΧΙΟΝΑ ΛΕΥΚΑΝΘΗΣΟΜΑΙ. ΑΚΟΥΤΙΕΙΣ ΜΟΙ ΑΓΑΛΛΙΑΣΙΝ ΚΑΙ ΕΥΦΡΟΣΥΝΗΝ, ΑΓΑΛΛΙΑΣΟΝΤΑΙ ΟΣΤΕΑ ΤΕΤΑΠΕΙΝΩΜΕΝΑ. ΑΠΟΣΤΡΕΨΟΝ ΤΟ ΠΡΟΣΩΠΟΝ ΣΟΥ ΑΠΟ ΤΩΝ ΑΜΑΡΤΙΩΝ ΜΟΥ ΚΑΙ ΠΑΣΑΣ ΤΑΣ ΑΝΟΜΙΑΣ ΜΟΥ ΕΞΑΛΕΙΨΟΝ. ΚΑΡΔΙΑΝ ΚΑΘΑΡΑΝ ΚΤΙΣΟΝ ΕΝ ΕΜΟΙ Ο ΘΕΟΣ, ΚΑΙ ΠΝΕΥΜΑ ΕΥΘΕΣ ΕΓΚΑΙΝΙΣΟΝ ΕΝ ΤΟΙΣ ΕΓΚΑΤΟΙΣ ΜΟΥ. ΜΗ ΑΠΟΡΡΙΨΗΣ ΜΕ ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ, ΚΑΙ ΤΟ ΠΝΕΥΜΑ ΣΟΥ ΤΟ ΑΓΙΟΝ ΜΗ ΑΝΤΑΝΕΛΗΣ ΑΠ’ΕΜΟΥ. ΑΠΟΔΟΣ ΜΟΙ ΤΗΝ ΑΓΑΛΛΙΑΣΙΝ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΣΟΥ, ΚΑΙ ΠΝΕΥΜΑΤΙ ΗΓΕΜΟΝΙΚΩ ΣΤΗΡΙΞΟΝ ΜΕ. ΔΙΔΑΞΩ ΑΝΟΜΟΥΣ ΤΑΣ ΟΔΟΥΣ ΣΟΥ, ΚΑΙ ΑΣΕΒΕΙΣ ΕΠΙ ΣΕ ΕΠΙΣΤΡΕΨΟΥΣΙ. ΡΥΣΑΙ ΜΕ ΕΞ ΑΙΜΑΤΩΝ Ο ΘΕΟΣ, Ο ΘΕΟΣ ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΜΟΥ, ΑΓΑΛΛΙΑΣΕΤΑΙ Η ΓΛΩΣΣΑ ΜΟΥ ΤΗΝ ΔΙΚΑΙΟΣΥΝΗΝ ΣΟΥ. ΚΥΡΙΕ, ΤΑ ΧΕΙΛΗ ΜΟΥ ΑΝΟΙΞΕΙΣ, ΚΑΙ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΑΝΑΓΓΕΛΕΙ ΤΗΝ ΑΙΝΕΣΙΝ ΣΟΥ. ΟΤΙ, ΕΙ ΗΘΕΛΗΣΑΣ ΘΥΣΙΑΝ, ΕΔΩΚΑ ΑΝ, ΟΛΟΚΑΥΤΩΜΑΤΑ ΟΥΚ ΕΥΔΟΚΗΣΕΙΣ. ΘΥΣΙΑ ΤΩ ΘΕΩ, ΠΝΕΥΜΑ ΣΥΝΤΕΤΡΙΜΜΕΝΟΝ, ΚΑΡΔΙΑΝ ΣΥΝΤΕΤΡΙΜΜΕΝΗΝ ΚΑΙ ΤΕΤΑΠΕΙΝΩΜΕΝΗΝ Ο ΘΕΟΣ ΟΥΚ ΕΞΟΥΘΕΝΩΣΕΙ. ΑΓΑΘΥΝΟΝ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΕΥΔΟΚΙΑ ΣΟΥ ΤΗΝ ΣΙΩΝ, ΚΑΙ ΟΙΚΟΔΟΜΗΘΗΤΩ ΤΑ ΤΕΙΧΗ ΙΕΡΟΥΣΑΛΗΜ. ΤΟΤΕ ΕΥΔΟΚΗΣΕΙΣ ΘΥΣΙΑΝ ΔΙΚΑΙΟΣΥΝΗΣ, ΑΝΑΦΟΡΑΝ ΚΑΙ ΟΛΟΚΑΥΤΩΜΑΤΑ. ΤΟΤΕ ΑΝΟΙΣΟΥΣΙΝ ΕΠΙ ΤΟ ΘΥΣΙΑΣΤΗΡΙΟΝ ΣΟΥ ΜΟΣΧΟΥΣ.

ΨΑΛΜΟΣ ΞΘ’ (69)

Ο ΘΕΟΣ ΕΙΣ ΤΗΝ ΒΟΗΘΕΙΑΝ ΜΟΥ ΠΡΟΣΧΕΣ, ΚΥΡΙΕ, ΕΙΣ ΤΟ ΒΟΗΘΗΣΑΙ ΜΟΙ ΣΠΕΥΣΟΝ. ΑΙΣΧΥΝΘΗΤΩΣΑΝ ΚΑΙ ΕΝΤΡΑΠΗΤΩΣΑΝ ΟΙ ΖΗΤΟΥΝΤΕΣ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ. ΑΠΟΣΤΡΑΦΗΤΩΣΑΝ ΕΙΣ ΤΑ ΟΠΙΣΩ, ΚΑΙ ΚΑΤΑΙΣΧΥΝΘΗΤΩΣΑΝ ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΜΟΙ ΚΑΚΑ. ΑΠΟΣΤΡΑΦΗΤΩΣΑΝ ΠΑΡΑΥΤΙΚΑ ΑΙΣΧΥΝΟΜΕΝΟΙ, ΟΙ ΛΕΓΟΝΤΕΣ ΜΟΙ: ΕΥΓΕ, ΕΥΓΕ. ΑΓΑΛΛΙΑΣΘΩΣΑΝ ΚΑΙ ΕΥΦΡΑΝΘΗΤΩΣΑΝ ΕΠΙ ΣΟΙ, ΠΑΝΤΕΣ ΟΙ ΖΗΤΟΥΝΤΕΣ ΣΕ, Ο ΘΕΟΣ. ΚΑΙ ΛΕΓΕΤΩΣΑΝ ΔΙΑ ΠΑΝΤΟΣ. ΜΕΓΑΛΥΝΘΗΤΩ Ο ΚΥΡΙΟΣ, ΟΙ ΑΓΑΠΩΝΤΕΣ ΤΟ ΣΩΤΗΡΙΟΝ ΣΟΥ. ΕΓΩ ΔΕ ΠΤΩΧΟΣ ΕΙΜΙ ΚΑΙ ΠΕΝΗΣ, Ο ΘΕΟΣ, ΒΟΗΘΗΣΟΝ ΜΟΙ. ΒΟΗΘΟΣ ΜΟΥ, ΚΑΙ ΡΥΣΤΗΣ ΜΟΥ ΕΙ ΣΥ, ΚΥΡΙΕ, ΜΗ ΧΡΟΝΙΣΗΣ.

ΨΑΛΜΟΣ ΡΜΒ’ (142)

ΚΥΡΙΕ, ΕΙΣΑΚΟΥΣΟΝ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΜΟΥ, ΕΝΩΤΙΣΑΙ ΤΗΝ ΔΕΗΣΙΝ ΜΟΥ ΕΝ ΤΗ ΑΛΗΘΕΙΑ ΣΟΥ, ΕΙΣΑΚΟΥΣΟΝ ΜΟΥ ΕΝ ΤΗ ΔΙΚΑΙΟΣΥΝΗ ΣΟΥ. ΚΑΙ ΜΗ ΕΙΣΕΛΘΗΣ ΕΙΣ ΚΡΙΣΙΝ ΜΕΤΑ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ, ΟΤΙ ΟΥ ΔΙΚΑΙΩΘΗΣΕΤΑΙ ΕΝΩΠΙΟΝ ΣΟΥ ΠΑΣ ΖΩΝ. ΟΤΙ ΚΑΤΕΔΙΩΞΕΝ Ο ΕΧΘΡΟΣ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ, ΕΤΑΠΕΙΝΩΣΕΝ ΕΙΣ ΓΗΝ ΤΗΝ ΖΩΗΝ ΜΟΥ. ΕΚΑΘΙΣΕ ΜΕ ΕΝ ΣΚΟΤΕΙΝΟΙΣ, ΩΣ ΝΕΚΡΟΥΣ ΑΙΩΝΟΣ, ΚΑΙ ΗΚΗΔΙΑΣΕΝ ΕΠ’ΕΜΕ ΤΟ ΠΝΕΥΜΑ ΜΟΥ, ΕΝ ΕΜΟΙ ΕΤΑΡΑΧΘΗ Η ΚΑΡΔΙΑ ΜΟΥ. ΕΜΝΗΣΘΗΝ ΗΜΕΡΩΝ ΑΡΧΑΙΩΝ, ΕΜΕΛΕΤΗΣΑ ΕΝ ΠΑΣΙ ΤΟΙΣ ΕΡΓΟΙΣ ΣΟΥ, ΕΝ ΠΟΙΗΜΑΣΙΝ ΤΩΝ ΧΕΙΡΩΝ ΣΟΥ ΕΜΕΛΕΤΩΝ. ΔΙΕΠΕΤΑΣΑ ΠΡΟΣ ΣΕ ΤΑΣ ΧΕΙΡΑΣ ΜΟΥ, Η ΨΥΧΗ ΜΟΥ ΩΣ ΓΗ ΑΝΥΔΡΟΣ ΣΟΙ. ΤΑΧΥ ΕΙΣΑΚΟΥΣΟΝ ΜΟΥ, ΚΥΡΙΕ, ΕΞΕΛΙΠΕ ΤΟ ΠΝΕΥΜΑ ΜΟΥ. ΜΗ ΑΠΟΣΤΡΕΨΗΣ ΤΟ ΠΡΟΣΩΠΟΝ ΣΟΥ ΑΠ’ΕΜΟΥ, ΚΑΙ ΟΜΟΙΩΘΗΣΟΜΑΙ ΤΟΙΣ ΚΑΤΑΒΑΙΝΟΥΣΙΝ ΕΙΣ ΛΑΚΚΟΝ. ΑΚΟΥΣΤΟΝ ΠΟΙΗΣΟΝ ΜΟΙ ΤΟ ΠΡΩΙ ΤΟ ΕΛΕΟΣ ΣΟΥ, ΟΤΙ ΕΠΙ ΣΟΙ ΗΛΠΙΣΑ. ΓΝΩΡΙΣΟΝ ΜΟΙ, ΚΥΡΙΕ, ΟΔΟΝ, ΕΝ Η ΠΟΡΕΥΣΟΜΑΙ, ΟΤΙ ΠΡΟΣ ΣΕ ΗΡΑ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ. ΕΞΕΛΟΥ ΜΕ ΕΚ ΤΩΝ ΕΧΘΡΩΝ ΜΟΥ, ΚΥΡΙΕ, ΠΡΟΣ ΣΕ ΚΑΤΕΦΥΓΟΝ, ΔΙΔΑΞΟΝ ΜΕ ΤΟΥ ΠΟΙΕΙΝ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ, ΟΤΙ ΣΥ ΕΙ Ο ΘΕΟΣ ΜΟΥ. ΤΟ ΠΝΕΥΜΑ ΣΟΥ ΤΟ ΑΓΑΘΟΝ ΟΔΗΓΗΣΕΙ ΜΕ ΕΝ ΓΗ ΕΥΘΕΙΑ, ΕΝΕΚΕΝ ΤΟΥ ΟΝΟΜΑΤΟΣ ΣΟΥ, ΚΥΡΙΕ, ΖΗΣΕΙΣ ΜΕ. ΕΝ ΤΗ ΔΙΚΑΙΟΣΥΝΗ ΣΟΥ, ΕΞΑΞΕΙΣ ΕΚ ΘΛΙΨΕΩΣ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ. ΚΑΙ ΕΝ ΤΩ ΕΛΕΕΙ ΣΟΥ ΕΞΟΛΟΘΡΕΥΣΕΙΣ ΤΟΥΣ ΕΧΘΡΟΥΣ ΜΟΥ, ΚΑΙ ΑΠΟΛΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΘΛΙΒΟΝΤΑΣ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ, ΟΤΙ ΕΓΩ ΔΟΥΛΟΣ ΣΟΥ ΕΙΜΙ.

ΔΟΞΟΛΟΓΙΑ ΜΙΚΡΑ

ΔΟΞΑ ΕΝ ΥΨΙΣΤΟΙΣ ΘΕΩ, ΚΑΙ ΕΠΙ ΓΗΣ ΕΙΡΗΝΗ, ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΕΥΔΟΚΙΑ. ΥΜΝΟΥΜΕΝ ΣΕ, ΕΥΛΟΓΟΥΜΕΝ ΣΕ, ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΣΕ, ΔΟΞΟΛΟΓΟΥΜΕΝ ΣΕ, ΕΥΧΑΡΙΣΤΟΥΜΕΝ ΣΟΙ ΔΙΑ ΤΗΝ ΜΕΓΑΛΗΝ ΣΟΥ ΔΟΞΑΝ. ΚΥΡΙΕ ΒΑΣΙΛΕΥ, ΕΠΟΥΡΑΝΙΕ ΘΕΕ, ΠΑΤΕΡ ΠΑΝΤΟΚΡΑΤΟΡ. ΚΥΡΙΕ ΥΙΕ ΜΟΝΟΓΕΝΕΣ, ΙΗΣΟΥ ΧΡΙΣΤΕ, ΚΑΙ ΑΓΙΟΝ ΠΝΕΥΜΑ. ΚΥΡΙΕ Ο ΘΕΟΣ, Ο ΑΜΝΟΣ ΤΟΥ ΘΕΟΥ, Ο ΥΙΟΣ ΤΟΥ ΠΑΤΡΟΣ, Ο ΑΙΡΩΝ ΤΗΝ ΑΜΑΡΤΙΑΝ ΤΟΥ ΚΟΣΜΟΥ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ, Ο ΑΙΡΩΝ ΤΑΣ ΑΜΑΡΤΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ. ΠΡΟΣΔΕΞΑΙ ΤΗΝ ΔΕΗΣΙΝ ΗΜΩΝ, Ο ΚΑΘΗΜΕΝΟΣ ΕΚ ΔΕΞΙΩΝ ΤΟΥ ΠΑΤΡΟΣ, ΚΑΙ ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΟΤΙ ΣΥ ΕΙ ΜΟΝΟΣ ΑΓΙΟΣ, ΣΥ ΕΙ ΜΟΝΟΣ ΚΥΡΙΟΣ, ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ, ΕΙΣ ΔΟΞΑΝ ΘΕΟΥ, ΠΑΤΡΟΣ. ΑΜΗΝ. ΚΑΘ’ ΕΚΑΣΤΗΝ ΕΣΠΕΡΑΝ ΕΥΛΟΓΗΣΩ ΣΕ, ΚΑΙ ΑΙΝΕΣΩ ΤΟ ΟΝΟΜΑ ΣΟΥ ΕΙΣ ΤΟΝ ΑΙΩΝΑ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΑΙΩΝΑ ΤΟΥ ΑΙΩΝΟΣ. ΚΥΡΙΕ, ΚΑΤΑΦΥΓΗ ΕΓΕΝΗΘΗΣ ΗΜΙΝ ΕΝ ΓΕΝΕΑ ΚΑΙ ΓΕΝΕΑ. ΕΓΩ ΕΙΠΑ, ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΜΕ, ΙΑΣΑΙ ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ ΟΤΙ ΗΜΑΡΤΟΝ ΣΟΙ. ΚΥΡΙΕ, ΠΡΟΣ ΣΕ ΚΑΤΕΦΥΓΟΝ, ΔΙΔΑΞΟΝ ΜΕ ΤΟΥ ΠΟΙΕΙΝ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ, ΟΤΙ ΣΥ ΕΙ Ο ΘΕΟΣ ΜΟΥ. ΟΤΙ ΠΑΡΑ ΣΟΙ ΠΗΓΗ ΖΩΗΣ, ΕΝ ΤΩ ΦΩΤΙ ΣΟΥ ΟΨΟΜΕΘΑ ΦΩΣ. ΠΑΡΑΤΕΙΝΟΝ ΤΟ ΕΛΕΟΣ ΣΟΥ ΤΟΙΣ ΓΙΝΩΣΚΟΥΣΙ ΣΕ. ΚΑΤΑΞΙΩΣΟΝ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΝΥΚΤΙ ΤΑΥΤΗ ΑΝΑΜΑΡΤΗΤΟΥΣ ΦΥΛΑΧΘΗΝΑΙ ΗΜΑΣ. ΕΥΛΟΓΗΤΟΣ ΕΙ, ΚΥΡΙΕ, Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ, ΚΑΙ ΑΙΝΕΤΟΝ ΚΑΙ ΔΕΔΟΞΑΣΜΕΝΟΝ ΤΟ ΟΝΟΜΑ ΣΟΥ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ. ΑΜΗΝ. ΓΕΝΟΙΤΟ, ΚΥΡΙΕ, ΤΟ ΕΛΕΟΣ ΣΟΥ ΕΦ’ ΗΜΑΣ ΚΑΘΑΠΕΡ ΗΛΠΙΣΑΜΕΝ ΕΠΙ ΣΕ. ΕΥΛΟΓΗΤΟΣ ΕΙ, ΚΥΡΙΕ, ΔΙΔΑΞΟΝ ΜΕ ΤΑ ΔΙΚΑΙΩΜΑΤΑ ΣΟΥ. ΕΥΛΟΓΗΤΟΣ ΕΙ, ΔΕΣΠΟΤΑ, ΣΥΝΕΤΙΣΟΝ ΜΕ ΤΑ ΔΙΚΑΙΩΜΑΤΑ ΣΟΥ. ΕΥΛΟΓΗΤΟΣ ΕΙ ΑΓΙΕ, ΦΩΤΙΣΟΝ ΜΕ ΤΟΙΣ ΔΙΚΑΙΩΜΑΣΙ ΣΟΥ. ΚΥΡΙΕ, ΤΟ ΕΛΕΟΣ ΣΟΥ ΕΙΣ ΤΟΝ ΑΙΩΝΑ, ΤΑ ΕΡΓΑ ΤΩΝ ΧΕΙΡΩΝ ΣΟΥ ΜΗ ΠΑΡΙΔΗΣ. ΣΟΙ ΠΡΕΠΕΙ ΑΙΝΟΣ, ΣΟΙ ΠΡΕΠΕΙ ΥΜΝΟΣ, ΣΟΙ ΔΟΞΑ ΠΡΕΠΕΙ, ΤΩ ΠΑΤΡΙ, ΚΑΙ ΤΩ ΥΙΩ, ΚΑΙ ΤΩ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΝΥΝ ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΤΟ ΣΥΜΒΟΛΟΝ ΤΗΣ ΠΙΣΤΕΩΣ

ΠΙΣΤΕΥΩ ΕΙΣ ΕΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ, ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ΟΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ. ΚΑΙ ΕΙΣ ΕΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ΥΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ, ΤΟΝ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ ΠΡΟ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ. ΦΩΣ ΕΚ ΦΩΤΟΣ, ΘΕΟΝ ΑΛΗΘΙΝΟΝ ΕΚ ΘΕΟΥ ΑΛΗΘΙΝΟΥ ΓΕΝΝΗΘΕΝΤΑ, ΟΥ ΠΟΙΗΘΕΝΤΑ, ΟΜΟΟΥΣΙΟΝ ΤΩ ΠΑΤΡΙ, ΔΙ’ ΟΥ ΤΑ ΠΑΝΤΑ ΕΓΕΝΕΤΟ. ΤΟΝ ΔΙ’ ΗΜΑΣ ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ ΚΑΙ ΔΙΑ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΣΩΤΗΡΙΑΝ ΚΑΤΕΛΘΟΝΤΑ ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ, ΚΑΙ ΣΑΡΚΩΘΕΝΤΑ ΕΚ ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ, ΚΑΙ ΜΑΡΙΑΣ ΤΗΣ ΠΑΡΘΕΝΟΥ, ΚΑΙ ΕΝΑΝΘΡΩΠΗΣΑΝΤΑ. ΣΤΑΥΡΩΘΕΝΤΑ ΤΕ ΥΠΕΡ ΗΜΩΝ ΕΠΙ ΠΟΝΤΙΟΥ ΠΙΛΑΤΟΥ, ΚΑΙ ΠΑΘΟΝΤΑ, ΚΑΙ ΤΑΦΕΝΤΑ. ΚΑΙ ΑΝΑΣΤΑΝΤΑ ΤΗ ΤΡΙΤΗ ΗΜΕΡΑ ΚΑΤΑ ΤΑΣ ΓΡΑΦΑΣ. ΚΑΙ ΑΝΕΛΘΟΝΤΑΙ ΕΙΣ ΤΟΥΣ ΟΥΡΑΝΟΥΣ, ΚΑΙ ΚΑΘΕΖΟΜΕΝΟΝ ΕΚ ΔΕΞΙΩΝ ΤΟΥ ΠΑΤΡΟΣ. ΚΑΙ ΠΑΛΙΝ ΕΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΔΟΞΗΣ ΚΡΙΝΑΙ ΖΩΝΤΑΣ ΚΑΙ ΝΕΚΡΟΥΣ, ΟΥ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΟΥΚ ΕΣΤΑΙ ΤΕΛΟΣ. ΚΑΙ ΕΙΣ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ, ΤΟ ΚΥΡΙΟΝ, ΤΟ ΖΩΟΠΟΙΟΝ, ΤΟ ΕΚ ΤΟΥ ΠΑΤΡΟΣ ΕΚΠΟΡΕΥΟΜΕΝΟΝ, ΤΟ ΣΥΝ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΣΥΜΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ ΚΑΙ ΣΥΝΔΟΞΑΖΟΜΕΝΟΝ, ΤΟ ΛΑΛΗΣΑΝ ΔΙΑ ΤΩΝ ΠΡΟΦΗΤΩΝ. ΕΙΣ ΜΙΑΝ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗΝ, ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΝ ΕΚΚΛΗΣΙΑΝ. ΟΜΟΛΟΓΩ ΕΝ ΒΑΠΤΙΣΜΑ ΕΙΣ ΑΦΕΣΙΝ ΑΜΑΡΤΙΩΝ. ΠΡΟΣΔΟΚΩ ΑΝΑΣΤΑΣΙΝ ΝΕΚΡΩΝ, ΚΑΙ ΖΩΗΝ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ. ΑΜΗΝ.

ΑΞΙΟΝ ΕΣΤΙΝ ΩΣ ΑΛΗΘΩΣ ΜΑΚΑΡΙΖΕΙΝ ΣΕ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΤΗΝ ΑΕΙΜΑΚΑΡΙΣΤΟΝ ΚΑΙ ΠΑΝΑΜΩΜΗΤΟΝ ΚΑΙ ΜΗΤΕΡΑ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ. ΤΗΝ ΤΙΜΙΩΤΕΡΑ ΤΩΝ ΧΕΡΟΥΒΙΜ, ΚΑΙ ΕΝΔΟΞΟΤΕΡΑΝ ΑΣΥΓΚΡΙΤΩΣ ΤΩΝ ΣΕΡΑΦΙΜ, ΤΗΝ ΑΔΙΑΦΘΟΡΩΣ, ΘΕΟΝ ΛΟΓΟΝ ΤΕΚΟΥΣΑΝ, ΤΗΝ ΟΝΤΩΣ ΘΕΟΤΟΚΟΝ, ΣΕ ΜΕΓΑΛΥΝΟΜΕΝ.

ΤΟ ΤΡΙΣΑΓΙΟΝ

ΑΓΙΟΣ Ο ΘΕΟΣ, ΑΓΙΟΣ ΙΣΧΥΡΟΣ, ΑΓΙΟΣ ΑΘΑΝΑΤΟΣ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. (ΤΡΙΣ).

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΚΥΡΙΕ ΙΛΑΣΘΗΤΙ ΤΑΙΣ ΑΜΑΡΤΙΑΙΣ ΗΜΩΝ, ΔΕΣΠΟΤΑ, ΣΥΓΧΩΡΗΣΟΝ ΤΑΣ ΑΝΟΜΙΑΣ ΗΜΙΝ, ΑΓΙΕ ΕΠΙΣΚΕΨΑΙ ΚΑΙ ΙΑΣΑΙ ΤΑΣ ΑΣΘΑΙΝΕΙΑΣ ΗΜΩΝ, ΕΝΕΚΕΝ ΤΟΥ ΟΝΟΜΑΤΟΣ ΣΟΥ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ. ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ.

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΠΑΤΕΡ ΗΜΩΝ Ο ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ, ΑΓΙΑΣΘΗΤΩ ΤΟ ΟΝΟΜΑ ΣΟΥ, ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΓΕΝΝΗΘΗΤΩ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ ΩΣ ΕΝ ΟΥΡΑΝΩ ΚΑΙ ΕΠΙ ΤΗΣ ΓΗΣ. ΤΟΝ ΑΡΤΟΝ ΗΜΩΝ ΤΟΝ ΕΠΙΟΥΣΙΟΝ ΔΟΣ ΗΜΙΝ ΣΗΜΕΡΟΝ, ΚΑΙ ΑΦΕΣ ΗΜΙΝ ΤΑ ΟΦΕΙΛΗΜΑΤΑ ΗΜΩΝ, ΩΣ ΚΑΙ ΗΜΕΙΣ ΑΦΙΕΜΕΝ ΤΟΙΣ ΟΦΕΙΛΕΤΑΙΣ ΗΜΩΝ. ΚΑΙ ΜΗ ΕΙΣΕΝΕΓΚΗΣ ΗΜΑΣ ΕΙΣ ΠΕΙΡΑΣΜΟΝ, ΑΛΛΑ ΡΥΣΑΙ ΗΜΑΣ ΑΠΟ ΤΟΥ ΠΟΝΗΡΟΥ.

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ Μ’ (40).

Ο ΕΝ ΠΑΝΤΙ ΚΑΙΡΩ ΚΑΙ ΠΑΣΗ ΩΡΑ, ΕΝ ΟΥΡΑΝΩ ΚΑΙ ΕΠΙ ΓΗΣ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΣ ΚΑΙ ΔΟΞΑΖΟΜΕΝΟΣ ΧΡΙΣΤΟΣ Ο ΘΕΟΣ, Ο ΜΑΚΡΟΘΥΜΟΣ, Ο ΠΟΛΥΕΛΕΟΣ, Ο ΠΟΛΥΕΥΣΠΛΑΧΝΟΣ, Ο ΤΟΥΣ ΔΙΚΑΙΟΥΣ ΑΓΑΠΩΝ ΚΑΙ ΤΟΥΣ ΑΜΑΡΤΩΛΟΥΣ ΕΛΕΩΝ, Ο ΠΑΝΤΑΣ ΚΑΛΩΝ ΠΡΟΣ ΣΩΤΗΡΙΑΝ ΔΙΑ ΤΗΣ ΕΠΑΓΓΕΛΙΑΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ ΑΓΑΘΩΝ. ΑΥΤΟΣ, ΚΥΡΙΕ, ΠΡΟΣΔΕΞΑΙ ΚΑΙ ΗΜΩΝ ΕΝ ΤΗ ΩΡΑ ΤΑΥΤΗ ΤΑΣ ΕΝΤΕΥΞΕΙΣ, ΚΑΙ ΙΘΥΝΟΝ ΤΗΝ ΖΩΗΝ ΗΜΩΝ ΠΡΟΣ ΤΑΣ ΕΝΤΟΛΑΣ ΣΟΥ. ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ ΑΓΙΑΣΟΝ, ΤΑ ΣΩΜΑΤΑ ΑΓΝΙΣΟΝ, ΤΟΥΣ ΛΟΓΙΣΜΟΥΣ ΔΙΟΡΘΩΣΟΝ, ΤΑΣ ΕΝΝΟΙΑΣ ΚΑΘΑΡΟΝ, ΚΑΙ ΡΥΣΑΙ ΗΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΘΛΙΨΕΩΣ, ΚΑΚΩΝ ΚΑΙ ΟΔΥΝΗΣ. ΤΕΙΧΙΣΟΝ ΗΜΑΣ ΑΓΙΟΙΣ ΣΟΥ ΑΓΓΕΛΟΙΣ, ΙΝΑ ΤΗ ΠΑΡΕΜΒΟΛΗ ΑΥΤΩΝ ΦΡΟΥΡΟΥΜΕΝΟΙ ΚΑΙ ΟΔΗΓΟΥΜΕΝΟΙ, ΚΑΤΑΝΤΗΣΩΜΕΝ ΕΙΣ ΤΗΝ ΕΝΟΤΗΤΑ ΤΗΣ ΠΙΣΤΕΩΣ ΚΑΙ ΕΙΣ ΤΗΝ ΕΠΙΓΝΩΣΙΝ ΤΗΣ ΑΠΡΟΣΙΤΟΥ ΣΟΥ ΔΟΞΗΣ, ΟΤΙ ΕΥΛΟΓΗΤΟΣ ΕΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ (ΤΡΙΣ).

ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ, ΚΑΙ ΝΥΝ, ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΤΗΝ ΤΙΜΙΩΤΕΡΑΝ ΤΩΝ ΧΕΡΟΥΒΙΜ, ΚΑΙ ΕΝΔΟΞΟΤΕΡΑΝ ΑΣΥΓΚΡΙΤΩΣ ΤΩΝ ΣΕΡΑΦΙΜ, ΤΗΝ ΑΔΙΑΦΘΟΡΩΣ ΘΕΟΝ ΛΟΓΟΝ ΤΕΚΟΥΣΑΝ, ΤΗΝ ΟΝΤΩΣ ΘΕΟΤΟΚΟΝ, ΣΕ ΜΕΓΑΛΥΝΟΜΕΝ.

ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΙΒ’ (12).

ΚΑΙ ΣΩΣΟΝ ΚΑΙ ΒΟΗΘΗΣΟΝ ΗΜΑΣ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ.

ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΑΣΠΙΛΕ, ΑΜΟΛΥΝΤΕ, ΑΦΘΟΡΕ, ΑΧΡΑΝΤΕ, ΑΓΝΗ ΠΑΡΘΕΝΕ, ΘΕΟΝΥΜΦΕ ΔΕΣΠΟΙΝΑ, Η ΘΕΟΝ ΛΟΓΟΝ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΤΗ ΠΑΡΑΔΟΞΩ ΣΟΥ ΚΥΗΣΕΙ ΕΝΩΣΑΣΑ, ΚΑΙ ΤΗΝ ΑΠΩΣΘΕΙΣΑΝ ΦΥΣΙΝ ΤΟΥ ΓΕΝΟΥΣ ΗΜΩΝ ΤΟΙΣ ΟΥΡΑΝΙΟΙΣ ΣΥΝΑΨΑΣΑ. Η ΤΩΝ ΑΠΗΛΠΙΣΜΕΝΩΝ ΜΟΝΗ ΕΛΠΙΣ, ΚΑΙ ΤΩΝ ΠΟΛΕΜΟΥΜΕΝΩΝ ΒΟΗΘΕΙΑ. Η ΕΤΟΙΜΗ ΑΝΤΙΛΗΨΙΣ ΤΩΝ ΕΙΣ ΣΕ ΠΡΟΣΤΡΕΧΟΝΤΩΝ, ΚΑΙ ΠΑΝΤΩΝ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΤΟ ΚΑΤΑΦΥΓΙΟΝ. ΜΗ ΒΔΕΛΥΞΗ ΜΕ ΤΟΝ ΑΜΑΡΤΩΛΟΝ, ΤΟΝ ΕΝΑΓΗ, ΤΟΝ ΑΙΣΧΡΟΙΣ ΛΟΓΙΣΜΟΙΣ, ΚΑΙ ΛΟΓΟΙΣ, ΚΑΙ ΠΡΑΞΕΣΙΝ ΟΛΟΝ ΕΜΑΥΤΟΝ ΑΧΡΕΙΩΣΑΝΤΑ, ΚΑΙ ΤΗ ΤΩΝ ΗΔΟΝΩΝ ΤΟΥ ΒΙΟΥ ΡΑΘΥΜΙΑ ΓΝΩΜΗ ΔΟΥΛΟΝ ΓΕΝΟΜΕΝΟΝ. ΑΛΛ’ΩΣ ΤΟΥ ΦΙΛΑΝΘΡΩΠΟΥ ΘΕΟΥ ΜΗΤΗΡ, ΦΙΛΑΝΘΡΩΠΩΣ ΣΠΛΑΓΧΝΙΣΘΗΤΙ ΕΠ’ ΕΜΟΙ ΤΩ ΑΜΑΡΤΩΛΩ ΚΑΙ ΑΣΩΤΩ, ΚΑΙ ΔΕΞΑΙ ΜΟΥ ΤΗΝ ΕΚ ΡΥΠΑΡΩΝ ΧΕΙΛΕΩΝ ΠΡΟΣΦΕΡΟΜΕΝΗΝ ΣΟΙ ΔΕΗΣΙΝ, ΚΑΙ ΤΟΝ ΣΟΝ ΥΙΟΝ, ΚΑΙ ΗΜΩΝ ΔΕΣΠΟΤΗΝ ΚΑΙ ΚΥΡΙΟΝ, ΤΗ ΜΗΤΡΙΚΗ ΣΟΥ ΠΑΡΡΗΣΙΑ ΧΡΩΜΕΝΗ ΔΥΣΩΠΗΣΟΝ, ΙΝΑ ΑΝΟΙΞΗ ΚΑΜΟΙ ΤΑ ΦΙΛΑΝΘΡΩΠΑ ΣΠΛΑΓΧΝΑ ΤΗΣ ΑΥΤΟΥ ΑΓΑΘΟΤΗΤΟΣ, ΚΑΙ, ΠΑΡΙΔΩΝ ΜΟΥ ΤΑ ΑΝΑΡΙΘΜΗΤΑ ΠΤΑΙΣΜΑΤΑ, ΕΠΙΣΤΡΕΨΗ ΜΕ ΠΡΟΣ ΜΕΤΑΝΟΙΑΝ, ΚΑΙ ΤΩΝ ΑΥΤΟΥ ΕΝΤΟΛΩΝ ΕΡΓΑΤΗΝ ΔΟΚΙΜΟΝ ΑΝΑΔΕΙΞΗ ΜΕ. ΚΑΙ ΠΑΡΕΣΟ ΜΟΙ ΑΕΙ ΩΣ ΕΛΕΗΜΩΝ, ΚΑΙ ΣΥΜΠΑΘΗΣ, ΚΑΙ ΦΙΛΑΓΑΘΟΣ, ΕΝ ΜΕΝ ΤΩ ΠΑΡΟΝΤΙ ΒΙΩ, ΘΕΡΜΗ ΠΡΟΣΤΑΤΙΣ ΚΑΙ ΒΟΗΘΟΣ, ΤΑΣ ΤΩΝ ΕΝΑΝΤΙΩΝ ΕΦΟΔΟΥΣ ΑΠΟΤΕΙΧΙΖΟΥΣΑ, ΚΑΙ ΠΡΟΣ ΣΩΤΗΡΙΑΝ ΚΑΘΟΔΗΓΟΥΣΑ ΜΕ. ΚΑΙ ΕΝ ΤΩ ΚΑΙΡΩ ΤΗΣ ΕΞΟΔΟΥ ΜΟΥ, ΤΗΝ ΑΘΛΙΑΝ ΜΟΥ ΨΥΧΗΝ ΠΕΡΙΕΠΟΥΣΑ, ΚΑΙ ΤΑΣ ΣΚΟΤΕΙΝΑΣ ΟΨΕΙΣ ΤΩΝ ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ ΠΟΡΡΩ ΑΥΤΗΣ ΑΠΕΛΑΥΝΟΥΣΑ. ΕΝ ΔΕ ΤΗ ΦΟΩΕΡΑ ΗΜΕΡΑ ΤΗΣ ΚΡΙΣΕΩΣ, ΤΗΣ ΑΙΩΝΙΟΥ ΜΕ ΡΥΟΜΕΝΗ ΚΟΛΑΣΕΩΣ, ΚΑΙ ΤΗΣ ΑΠΟΡΡΗΤΟΥ ΔΟΞΗΣ ΤΟΥ ΣΟΥ ΥΙΟΥ ΚΑΙ ΘΕΟΥ ΗΜΩΝ ΚΛΗΡΟΝΟΜΟΝ ΜΕ ΑΠΟΔΕΙΚΝΥΟΥΣΑ. ΗΣ ΚΑΙ ΤΥΧΟΙΜΙ, ΔΕΣΠΟΙΝΑ ΜΟΥ, ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ, ΔΙΑ ΤΗΣ ΣΗΣ ΜΕΣΙΤΕΙΑΣ ΚΑΙ ΑΝΤΙΛΗΨΕΩΣ, ΧΑΡΙΤΙ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΙΑ ΤΟΥ ΜΟΝΟΓΕΝΟΥΣ ΣΟΥ ΥΙΟΥ, ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Ω ΠΡΕΠΕΙ ΠΑΣΑ ΔΟΞΑ, ΤΙΜΗ ΚΑΙ ΠΡΟΣΚΥΝΗΣΙΣ, ΣΥΝ ΤΩ ΑΝΑΡΧΩ ΑΥΤΟΥ ΠΑΤΡΙ, ΚΑΙ ΤΩ ΠΑΝΑΓΙΩ, ΚΑΙ ΑΓΑΘΩ, ΚΑΙ ΖΩΟΠΟΙΩ ΑΥΤΟΥ ΠΝΕΥΜΑΤΙ, ΝΥΝ ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

(ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ)

ΚΑΙ ΔΟΣ ΗΜΙΝ, ΔΕΣΠΟΤΑ, ΠΡΟΣ ΥΠΝΟΝ ΑΠΙΟΥΣΙΝ, ΑΝΑΠΑΥΣΙΝ ΣΩΜΑΤΟΣ ΚΑΙ ΨΥΧΗΣ, ΚΑΙ ΔΙΑΦΥΛΑΞΟΝ ΗΜΑΣ ΑΠΟ ΤΠΥ ΖΟΦΕΡΟΥ ΥΠΝΟΥ ΤΗΣ ΑΜΑΡΤΙΑΣ, ΚΑΙ ΑΠΟ ΠΑΣΗΣ ΣΚΟΤΕΙΝΗΣ ΚΑΙ ΝΥΚΤΕΡΙΝΗΣ ΗΔΥΠΑΘΕΙΑΣ. ΠΑΥΣΟΝ ΤΑΣ ΟΡΜΑΣ ΤΩΝ ΠΑΘΩΝ, ΣΒΕΣΟΝ ΤΑ ΠΕΠΥΡΩΜΕΝΑ ΒΕΛΗ ΤΟΥ ΠΟΝΗΡΟΥ, ΤΑ ΚΑΘ’ ΗΜΑΣ ΔΟΛΙΩΣ ΚΙΝΟΥΜΕΝΑ. ΤΑΣ ΤΗΣ ΣΑΡΚΟΣ ΗΜΩΝ ΕΠΑΝΑΣΤΑΣΕΙΣ ΚΑΤΑΣΤΕΙΛΟΝ, ΚΑΙ ΠΑΝ ΓΕΩΔΕΣ ΚΑΙ ΥΛΙΚΟΝ ΗΜΩΝ ΦΡΟΝΗΜΑ ΚΟΙΜΗΣΟΝ. ΚΑΙ ΔΩΡΗΣΑΙ ΗΜΙΝ, Ο ΘΕΟΣ, ΓΡΗΓΟΡΟΝ ΝΟΥΝ, ΣΩΦΡΟΝΑ ΛΟΓΙΣΜΟΝ, ΚΑΡΔΙΑΝ ΝΗΦΟΥΣΑΝ, ΥΠΝΟΝ ΕΛΑΦΡΟΝ, ΚΑΙ ΠΑΣΗΣ ΣΑΤΑΝΙΚΗΣ ΦΑΝΤΑΣΙΑΣ ΑΠΗΛΛΑΓΜΕΝΟΝ. ΔΙΑΝΑΣΤΗΣΟΝ ΔΕ ΗΜΑΣ ΕΝ ΤΩ ΚΑΙΡΩ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ, ΕΣΤΗΡΙΓΜΕΝΟΥΣ ΕΝ ΤΑΙΣ ΕΝΤΟΛΑΙΣ ΣΟΥ, ΚΑΙ ΤΗΝ ΜΝΗΜΗΝ ΤΩΝ ΣΩΝ ΚΡΙΜΑΤΩΝ ΕΝ ΕΑΥΤΟΙΣ ΑΠΑΡΑΘΡΑΥΣΤΟΝ ΕΧΟΝΤΑΣ. ΠΑΝΝΥΧΙΟΝ ΗΜΙΝ ΤΗΝ ΣΗΝ ΔΟΞΟΛΟΓΙΑΝ ΧΑΡΙΣΑΙ ΕΙΣ ΤΟ ΥΜΝΕΙΝ, ΚΑΙ ΕΥΛΟΓΕΙΝ, ΚΑΙ ΔΟΞΑΖΕΙΝ ΤΟ ΠΑΝΤΙΜΟΝ ΚΑΙ ΜΕΓΑΛΟΠΡΕΠΕΣ ΟΝΟΜΑ ΣΟΥ, ΤΟΥ ΠΑΤΡΟΣ, ΚΑΙ ΤΟΥ ΥΙΟΥ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΝΥΝ ΚΑΙ ΑΕΙ, ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ.

ΥΠΕΡΕΝΔΟΞΕ, ΑΕΙΠΑΡΘΕΝΕ, ΕΥΛΟΓΗΜΕΝΗ ΘΕΟΤΟΚΕ, ΠΡΟΣΑΓΑΓΕ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΠΡΟΣΕΥΧΗΝ ΤΩ ΥΙΩ ΣΟΥ ΚΑΙ ΘΕΩ ΗΜΩΝ, ΚΑΙ ΑΙΤΗΣΑΙ, ΙΝΑ ΣΩΣΗ ΔΙΑ ΣΟΥ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ.

Η ΕΛΠΙΣ ΜΟΥ Ο ΠΑΤΗΡ, ΚΑΤΑΦΥΓΗ ΜΟΥ Ο ΥΙΟΣ, ΣΚΕΠΗ ΜΟΥ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ, ΤΡΙΑΣ ΑΓΙΑ, ΔΟΞΑ ΣΟΙ.

ΤΗΝ ΠΑΣΑΝ ΕΛΠΙΔΑ ΜΟΥ ΕΙΣ ΣΕ ΑΝΑΤΙΘΗΜΙ, ΜΗΤΗΡ ΤΟΥ ΘΕΟΥ, ΦΥΛΑΞΟΝ ΜΕ ΥΠΟ ΤΗΝ ΣΚΕΠΗΝ ΣΟΥ.

ΕΠΙ ΣΟΙ ΧΑΙΡΕΙ, ΚΕΧΑΡΙΤΩΜΕΝΗ, ΠΑΣΑ Η ΚΤΙΣΙΣ, ΑΓΓΕΛΩΝ ΤΟ ΣΥΣΤΗΜΑ ΚΑΙ ΑΝΘΡΩΠΩΝ ΤΟ ΓΕΝΟΣ. ΗΓΙΑΣΜΕΝΕ ΝΑΕ ΚΑΙ ΠΑΡΑΔΕΙΣΕ ΛΟΓΙΚΕ, ΠΑΡΘΕΝΙΚΟΝ ΚΑΥΧΗΜΑ, ΕΞ ΗΣ ΘΕΟΣ ΕΣΑΡΚΩΘΗ ΚΑΙ ΠΑΙΔΙΟΝ ΓΕΓΟΝΕΝ Ο ΠΡΟ ΑΙΩΝΩΝ ΥΠΑΡΧΩΝ ΘΕΟΣ ΗΜΩΝ. ΤΗΝ ΓΑΡ ΣΗΝ ΜΗΤΡΑΝ ΘΡΟΝΟΝ ΕΠΟΙΗΣΕ ΚΑΙ ΤΗΝ ΣΗΝ ΓΑΣΤΕΡΑ ΠΛΑΤΥΤΕΡΑΝ ΟΥΡΑΝΩΝ ΑΠΕΙΡΓΑΣΑΤΟ. ΕΠΙ ΣΟΙ ΧΑΙΡΕΙ, ΚΕΧΑΡΙΤΩΜΕΝΗ, ΠΑΣΑ Η ΚΤΙΣΙΣ, ΔΟΞΑ ΣΟΙ.

(ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΓΓΕΛΟΝ ΦΥΛΑΚΑ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΖΩΗΣ)

ΑΓΙΕ ΑΓΓΕΛΕ, Ο ΕΦΕΣΤΩΣ ΤΗΣ ΑΘΛΙΑΣ ΜΟΥ ΨΥΧΗΣ ΚΑΙ ΤΑΛΑΙΠΩΡΟΥ ΜΟΥ ΖΩΗΣ, ΜΗ ΕΓΚΑΤΑΛΙΠΗΣ ΜΕ ΤΟΝ ΑΜΑΡΤΩΛΟΝ, ΜΗΔΕ ΑΠΟΣΤΗΣ ΑΠ’ΕΜΟΥ ΔΙΑ ΤΗΝ ΑΚΡΑΣΙΑΝ ΜΟΥ. ΜΗ ΔΩΗΣ ΧΩΡΑΝ ΤΩ ΠΟΝΗΡΩ ΔΑΙΜΟΝΙ ΚΑΤΑΚΥΡΙΕΥΣΑΙ ΜΟΥ ΤΗ ΚΑΤΑΔΥΝΑΣΤΕΙΑ ΤΟΥ ΘΝΗΤΟΥ ΤΟΥΤΟΥ ΣΩΜΑΤΟΣ. ΚΡΑΤΗΣΟΝ ΤΗΣ ΑΘΛΙΑΣ ΚΑΙ ΠΑΡΕΙΜΕΝΗΣ ΧΕΙΡΟΣ ΜΟΥ, ΚΑΙ ΟΔΗΓΗΣΟΝ ΜΕ ΕΙΣ ΟΔΟΝ ΣΩΤΗΡΙΑΣ. ΝΑΙ, ΑΓΙΕ ΑΓΓΕΛΕ ΤΟΥ ΘΕΟΥ, Ο ΦΥΛΑΞ ΚΑΙ ΣΚΕΠΑΣΤΗΣ ΤΗΣ ΑΘΛΙΑΣ ΜΟΥ ΨΥΧΗΣ ΚΑΙ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΠΑΝΤΑ ΜΟΙ ΣΥΓΧΩΡΗΣΟΝ, ΟΣΑ ΣΟΙ ΕΘΛΙΨΑ ΠΑΣΑΣ ΤΑ ΗΜΕΡΑΣ ΤΗΣ ΖΩΗΣ ΜΟΥ, ΚΑΙ ΕΙ ΤΙ ΗΜΑΡΤΟΝ ΤΗΝ ΣΗΜΕΡΟΝ ΗΜΕΡΑΝ. ΣΚΕΠΑΣΟΝ ΜΕ ΕΝ ΤΗ ΠΑΡΟΥΣΗ ΝΥΚΤΙ ΚΑΙ ΔΙΑΦΥΛΑΞΟΝ ΜΕ ΑΠΟ ΠΑΣΗΣ ΕΠΗΡΕΙΑΣ ΤΟΥ ΑΝΤΙΚΕΙΜΕΝΟΥ, ΙΝΑ ΜΗ ΕΝ ΤΙΝΙ ΑΜΑΡΤΗΜΑΤΙ ΠΑΡΟΡΓΙΣΩ ΤΟΝ ΘΕΟΝ. ΚΑΙ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΕΜΟΥ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ, ΤΟΥ ΕΠΙΣΤΗΡΙΞΑΙ ΜΕ ΕΝ ΤΩ ΦΟΒΩ ΑΥΤΟΥ, ΚΑΙ ΑΞΙΟΝ ΑΝΑΔΕΙΞΑΙ ΜΕ ΔΟΥΛΟΝ ΤΗΣ ΑΥΤΟΥ ΑΓΑΘΟΤΗΤΟΣ. ΑΜΗΝ.

ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΧΑΙΡΕ ΚΕΧΑΡΙΤΩΜΕΝΗ ΜΑΡΙΑ, Ο ΚΥΡΙΟΣ ΜΕΤΑ ΣΟΥ. ΕΥΛΟΓΗΜΕΝΗ ΣΥ ΕΝ ΓΥΝΑΙΞΙ, ΚΑΙ ΕΥΛΟΓΗΜΕΝΟΣ Ο ΚΑΡΠΟΣ ΤΗΣ ΚΟΙΛΙΑΣ ΣΟΥ, ΟΤΙ ΣΩΤΗΡΑ ΕΤΕΚΕΣ, ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ. (ΤΡΙΣ)

ΔΙ’ ΕΥΧΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ, ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΑΜΗΝ.

Αν θέλετε εκτυπώστε το απόδειπνο ή αποθηκεύστε την σελίδα για να το βρίσκετε εύκολα.

Πηγη orthodoxia.online

Αν σου αρέσει το άρθρο πάτα το μπλε κουμπί και κανε μας Like για να ξέρουμε τι σου αρέσει και να δημοσιευουμε παρόμοια θέματα..
Σε ευχαριστούμε για τη στήριξη!
Γράψε εδώ τη γνώμη σου!